ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:1-11
SBL Greek New Testament
13 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι [a]ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς. 2 καὶ δείπνου [b]γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν [c]ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος [d]Ἰσκαριώτου, 3 [e]εἰδὼς ὅτι πάντα [f]ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, 4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· 5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. 6 ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. [g]λέγει [h]αὐτῷ· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; 7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. 8 λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς [i]μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη [j]Ἰησοῦς αὐτῷ· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. 9 λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10 λέγει αὐτῷ [k]ὁ Ἰησοῦς· Ὁ λελουμένος [l]οὐκ ἔχει χρείαν [m]εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες. 11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν [n]ὅτι Οὐχὶ πάντες καθαροί ἐστε.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:1 ἦλθεν WH Treg NIV ] ἐλήλυθεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:2 γινομένου WH Treg NIV ] γενομένου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:2 ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκ. WH Treg NIV] Ἰούδα Σίμωνος Ἰσκ. ἵνα αὐτὸν παραδῷ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:2 Ἰσκαριώτου NIV RP ] Ἰσκαριώτης WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:3 εἰδὼς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:3 ἔδωκεν WH Treg NIV ] δέδωκεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:6 λέγει WH Treg NIV ] καὶ λέγει RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:6 αὐτῷ WH NIV ] + ἐκεῖνος Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:8 μου τοὺς πόδας WH Treg NIV ] τοὺς πόδας μου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:8 Ἰησοῦς αὐτῷ WH Treg NIV ] αὐτῷ ὁ Ἰησοῦς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:10 ὁ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:10 οὐκ ἔχει χρείαν WH Treg NIV ] οὐ χρείαν ἔχει RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:10 εἰ μὴ WH Treg NIV ] ἢ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:11 ὅτι WH Treg NIV ] – RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software